Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.36 Dem. 36.41 (English) >>Dem. 36.44

36.39ἀλλὰ νὴ Δία ταῦθʼ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς. ἀλλʼ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε· δʼ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλʼ οὐδʼ εἴκοσι μνῶν. μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδʼ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς πόλις εἴληφεν, λέγε. 36.40ἵνα δʼ εἰδῆτʼ, ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.<Βιβλίον>Πρόκλησις Μαρτυρίαι

36.41τοσαῦτα μὲν τοίνυν χρήματʼ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρʼ ἑκόντων, τὰ δʼ ἐκ τῶν δικῶν εἰσπράττει, τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετʼ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτʼ ἀνηλωκὼς ὅσʼ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας. 36.42ἐγὼ δʼ, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντʼ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδʼ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δʼ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.36 Dem. 36.41 (English) >>Dem. 36.44

Powered by PhiloLogic